Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.14 Joseph. AJ 18.19 (English) >>Joseph. AJ 18.24

18.17εἰς ὀλίγους δὲ ἄνδρας οὗτος λόγος ἀφίκετο, τοὺς μέντοι πρώτους τοῖς ἀξιώμασι, πράσσεταί τε ἀπʼ αὐτῶν οὐδὲν ὡς εἰπεῖν· ὁπότε γὰρ ἐπʼ ἀρχὰς παρέλθοιεν, ἀκουσίως μὲν καὶ κατʼ ἀνάγκας, προσχωροῦσι δʼ οὖν οἷς Φαρισαῖος λέγει διὰ τὸ μὴ ἄλλως ἀνεκτοὺς γενέσθαι τοῖς πλήθεσιν. 18.18

Ἐσσηνοῖς δὲ ἐπὶ μὲν θεῷ καταλείπειν φιλεῖ τὰ πάντα λόγος, ἀθανατίζουσιν δὲ τὰς ψυχὰς περιμάχητον ἡγούμενοι τοῦ δικαίου τὴν πρόσοδον. 18.19εἰς δὲ τὸ ἱερὸν ἀναθήματα στέλλοντες θυσίας ἐπιτελοῦσιν διαφορότητι ἁγνειῶν, ἃς νομίζοιεν, καὶ διʼ αὐτὸ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος ἐφʼ αὑτῶν τὰς θυσίας ἐπιτελοῦσιν. βέλτιστοι δὲ ἄλλως ἄνδρες τὸν τρόπον καὶ τὸ πᾶν πονεῖν ἐπὶ γεωργίᾳ τετραμμένοι. 18.20ἄξιον δʼ αὐτῶν θαυμάσαι παρὰ πάντας τοὺς ἀρετῆς μεταποιουμένους τόδε διὰ τὸ μηδαμῶς ὑπάρξαν Ἑλλήνων βαρβάρων τισίν, ἀλλὰ μηδʼ εἰς ὀλίγον, ἐκείνοις ἐκ παλαιοῦ συνελθὸν ἐν τῷ ἐπιτηδεύεσθαι μὴ κεκωλῦσθαι· τὰ χρήματά τε κοινά ἐστιν αὐτοῖς, ἀπολαύει δὲ οὐδὲν πλούσιος τῶν οἰκείων μειζόνως μηδʼ ὁτιοῦν κεκτημένος· καὶ τάδε πράσσουσιν ἄνδρες ὑπὲρ τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες. 18.21καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλων ἐπιτηδεύουσιν κτῆσιν, τὸ μὲν εἰς ἀδικίαν φέρειν ὑπειληφότες, τὸ δὲ στάσεως ἐνδιδόναι ποίησιν, αὐτοὶ δʼ ἐφʼ ἑαυτῶν ζῶντες διακονίᾳ τῇ ἐπʼ ἀλλήλοις ἐπιχρῶνται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.14 Joseph. AJ 18.19 (English) >>Joseph. AJ 18.24

Powered by PhiloLogic